Theologica 9

9.1 … ἐσχάρας, καὶ τάδε ἐπὶ τῆς ἑστίας δειροτομούντων, καὶ ταῦτα μὲν αὖ τοὺς αὐχένας ἐρύοντες, ταῦτα δὲ ἐπικάμπτοντες, ταῦτα δὲ πλαγιάζοντες. ποιείτωσαν δὲ καὶ τὰ δυοκαίδεκα αὐτοῖς βοθρία τῆς ἑστιούχου θεοῦ, καὶ τὸ μὲν σησάμου πληρούτωσαν, τὸ δ‘ ἐρεβίνθου, τὸ δ‘ ἀγρίας καπάρεως, 9.5 τὸ δ‘ ἑτέρου τινός, ἵν‘ ἡ θεός, ὡς δὲ ἐγώ φημι, δαίμων ἐξιλασθῇ. ποῖ γὰρ ταῦτα κεχώρηκε, ποίαν δὲ τὴν ὄνησιν ἐνεργούμενα δέδωκεν; αἰσχύνομαι περὶ Ἰαμβλίχου καὶ Πρόκλου, οἳ δή, τῶν ἄλλων ἐπὶ φιλοσοφίᾳ διαφέροντες, σφᾶς ἑαυτοὺς ταῖς Χαλδαϊκαῖς φλυαρίαις ἐκδεδώκασι φέροντες. ἀλλὰ τούτων μὲν ἅλις. ὑ[μεῖς δὲ] καὶ θύοιτέ μο[ι] ἑαυτοῖς ‘τὸν μόσχον τὸν 9.10 σιτευτὸν’ καὶ θυομένῳ παρ‘ ἑαυτοῦ προσσχοίητε καὶ μετα[λάβοιτε τῆς σαρκὸς καὶ] τοῦ αἵματος.