Greek text of Michael Glycas …
Οἱ δὲ τῶν Ἐλλήνων σοφοὶ Πορφύριος καὶ Ἰάμβλιχος διαφέρειν τοὺς δαίμονας κατὰ τὴν οὐσίαν λέγουσι καὶ ἀλόγους τινὰς αὐτῶν καὶ ὑλαίους εἶναι, ἐμπίπτειν δὲ αὐτοὺς ἡμῖν οὐχ ὡς δυσμενεῖς, ἀλλ’ ὡς ἡμῶν κολαστάς. Ἀλλὰ καὶ προγινώσκειν αὐτοὺς καὶ τὸ μέλλον εἰδέναι λέγουσι, πλὴν οὐχὶ πάντας· τοὺς μὲν γὰρ τὰ ἄνω λαχόντας δαίμονας ἀληθεύειν παντάπασι, τοὺς δὲ ταρταρωθέντας ψευδεῖς εἰναί φασι, τοὺς δὲ περιγειοτέρους καὶ μέσους λοξοὺς εἶναι καὶ ἀμφιβόλους λέγουσιν.
Περὶ δαιμόνων 158.9
Περὶ τῆς τῶν δαιμόνων ἀληθοῦς ἢ ψευδοῦς ἢ ἐπαμφοτεριζούσης 158.10 προγνώσεως τοιούτων παρ‘ ἐνίοις τῶν φιλοσόφων λόγων ἀκήκοα, οὐ τῶν πάντῃ Ἑλληνικῶν, ἀλλὰ καὶ τῶν τὰ ἡμέτερα ἐκ μέρους ἑλομένων πρεσβεύ- ειν. διαιροῦσι τοιγαροῦν οὗτοι τὸ γένος ἐν μέτροις τισὶ καὶ βαθμοῖς τῆς ἀπὸ τῶν κρειττόνων πτώσεως· καὶ τοὺς μὲν ἐν τοῖς οὐρανίοις ἀπολείπουσι, τοὺς δὲ ἐν Ταρτάρῳ διάγουσι, καὶ ἄλλους περὶ τὴν γῆν κατασπείρουσιν, 158.15 ἔστι δὲ οὓς καὶ τῇ ὕλῃ ἀποκληροῦσι καὶ τοῖς ὑλαίοις παθήμασι. τοὺς μὲν οὖν ἐγγύς που περιπολοῦντας τῆς οὐρανίου περιφορᾶς ἀληθεῖς φασὶν ἀναδεδειχέναι χρησμοὺς διὰ τὴν πρὸς τὰ κρείττω ἐγγύτητα· τοὺς δέ γε τῇ ὕλῃ συμπεφυκότας ψευδεῖς καὶ πλάνους παντάπασι διορίζονται καὶ βασκάνους μάλιστα τῶν ἀνθρωπίνων ψυχῶν· τοὺς δέ γε περιγείους 158.20 ἀμφιρρεπεῖς ἀποφαίνονται καὶ ἀμφιβόλους τὴν πρόρρησιν, ἐπεὶ καὶ πᾶσα μεσότης τοῦ μὲν χείρονος ἄκρου κρείττων, τοῦ δὲ κρείττονος χείρων καθίσταται· τὴν δὲ τῶν ὑποχθονίων μερίδα ὡς αὐτῆς τῆς ὕλης τὸν πυθμένα κατειληφότας ἀλογωτέρους πάντῃ τιθέασιν. εἶναι δέ φασι τοὺς μέσους σοφιστὰς ἀκριβεῖς, καὶ ἵνα μὴ τὴν ἑαυτῶν καταλύσωσι δόξαν 158.25 ἐπιτηδεύειν φασὶ τὸ τῶν ὀνομάτων διπλοῦν, ἵνα ὁπότερον ἂν ἀποβῇ τῶν προαναπεφωνημένων αὐτοῖς, τοῦτο δόξῃ τὸ προρρηθέν. 159.1 Ταῦτα μὲν οὖν οἱ μέσοι διαιροῦσι φιλόσοφοι· ἐμοὶ δὲ ἀρέσκει μᾶλλον τὰ παρὰ τῶν καθαρῶς ἡμετέρων περὶ τῆς τούτων δεδογμένα προρρήσεως, ὅτι τὰ μὲν τῶν γενησομένων ταχύτερον ἡμῶν προλαμβάνοντες ἄνωθεν ἐξεπίστανται, τὰ δὲ παρ‘ ἡμῶν στοχαζόμενοι καὶ εἰκάζοντες προμηνύουσιν.