see…
Hermaic moly (môly) [Simpl. In Cat. 8.5.14, Elias In Cat. 119.20, Olymp. In Phaed. 6.2.6 allegorical = logos, correct reasoning]
pseudo-Galen, de succedaneis ed. Kühn, vol. 19, p. 372: ἀντὶ κοραλλίου, σύμφυτον ἢ μῶλυ.
On Herbs
Pseudo-Apuleius: XLVII. Herba molu. Clarissima herbarum est Homer teste et inventionem eius Mercurio adsignat contraque summa veneficia demonstrationem, radice rotunda nigraque, magnitudine caepae. 1. Ad dolorem matricis. Herba molu contusa et inposita dolorem matricis sedat. http://cmg.bbaw.de/epubl/online/cml_04.php?p=124
allegorical explanation (Eustathius on Odyssey vol. 1 p. 381)
Odyssey
Suda μ 1326: <Μῶλυ:> ἀντιπάθιον· ἢ βοτάνη ἀλεξιφάρμακος, ἤτοι πήγανον ἄγριον.
Etymologicum Magnum: <Μῶλυ>: Εἶδος βοτάνης, ὅπερ δέδωκεν Ὀδυσσεὺς 592.40 τοῖς ἑταίροις αὐτοῦ, καὶ ἀπεκατέστησεν αὐτοὺς ἀν- θρώπους ἀπὸ τῆς ἀλλοιώσεως τῆς Κίρκης· παρὰ τὸ μωλύειν (τουτέστι πραΰνειν καὶ καταστέλλειν) τὰς φθοροποιοὺς ἐννοίας. Μωλύνειν δέ ἐστι τὸ ἀμβλῦναι καὶ κωλῦσαι· ἀπὸ τοῦ μὴ ὀλλύειν, ἢ ἀπὸ τοῦ 592.45 κωλύειν. 592.45 Ἔχων μὲν ἐν τῇ χειρὶ μῶλυ. Ἀντιφάρμακον γὰρ δέδοται.
Hypothesis: ΥΠΟΘΕΣΙΣ 10.hyp.1 Τὰ περὶ τὸν Αἴολον ἀπαγγέλλει τὸν τῶν ἀνέμων φύλακα, ὡς ἔδω- κεν Ὀδυσσεῖ ἐν ἀσκῷ ἀνέμους. λύσαντες δὲ οἱ ἑταῖροι κοιμωμένου Ὀδυσσέως ὑπονοστοῦσι πρὸς Αἴολον. καὶ ὡς εἰς Λαιστρυγονίαν ἀφί- κοντο, ἔνθα ἕνδεκα ναῦς ἀπώλεσε. καὶ ὅσα ἔπαθε παρὰ Κίρκῃ μετα- 10.hyp.5 μορφωσάσῃ αὐτοῦ τοὺς ἑταίρους εἰς σῦς καὶ πάλιν ἄνδρας ποιησάσῃ. καὶ ὅπως αὐτὸς ταύτην διέφυγε παρ‘ Ἑρμοῦ φάρμακον λαβὼν τὸ 10.hyp.7 μῶλυ καὶ παρ‘ αὐτῇ τὸν ἐνιαυτὸν ἔμεινεν. Q.
Hypothesis: Ὅτι Ὀδυσσεὺς διηγεῖται πῶς Αἴολος αὐτὸν ἐξέπεμψεν εἰς τὴν 10.hyp.10 πατρίδα οὔριον ἄνεμον δοὺς τὸν ζέφυρον καὶ τοὺς ἄλλους ἀνέμους ἐγκαθείρξας ἀσκῷ. λυθέντος δὲ καὶ τοῦ ἀσκοῦ ὑπὸ τῶν ἑταίρων· εἶ- ναι γὰρ χρυσὸν ἐνόμιζον· καὶ παλινδρομήσας εἰς τὴν Αἰολίαν οὐ προς- ιεμένου αὐτὸν τοῦ Αἰόλου ἐκεῖθεν ἀποπλέων εἰς Λαιστρυγόνας ἀφι- κνεῖται, καὶ τὰς ἕνδεκα τῶν νεῶν ἀπολέσας ἐνταῦθα μιᾷ εἰς Αἰαίαν 10.hyp.15 τὴν νῆσον παραγίνεται. καὶ σὺν Εὐρυλόχῳ τοὺς ἡμίσεας τῶν ἑταί- ρων κλήρῳ λαχόντας ἐκπέμπει πευσομένους τίνες οἱ κατοικοῦντες. μεταμορφωθέντων δὲ ἐκείνων εἰς σύας ὑπὸ τῆς Κίρκης πλὴν Εὐρυλό- χου αὐτὸς ἐπὶ τὴν ζήτησιν ἐλθὼν οὐδὲν ἐβλάβη ὑπὸ τῶν φαρμάκων διὰ τοῦ φαρμάκου οὗ εἰλήφει παρὰ Ἑρμοῦ. τὴν δὲ ἀρχαίαν φύσιν 10.hyp.20 τῶν ἑταίρων λαβόντων ἐνιαυτὸν παραμείνας παρὰ τῇ Κίρκῃ ἀποπεμ- φθῆναι δεηθεὶς εἰς Ἅιδην πέμπεται περὶ τοῦ νόστου πευσόμενος Τει- ρεσίου. Q.
Hypothesis: Ἀφηγεῖται ἐνταῦθα Ὀδυσσεὺς πῶς παρεγένετο εἰς Αἰολίαν νῆσον, 10.hyp.25 ἐν ᾗ κατῴκει Αἴολος, καὶ ἀσκῷ βοείῳ δήσας τοὺς ἀνέμους δέδωκε, μόνον ζέφυρον ἐάσας ἔξω, μετὰ τὸ φιλοξενίσαι αὐτόν. καὶ ὅπως νομίσαντες οἱ αὐτοῦ ἑταῖροι θησαυρὸν εἶναι λύουσι τὸν ἀσκὸν, καὶ πάλιν ἀντιπνευσάντων ἀνέμων αὐτοῦ κοιμωμένου μετὰ ἐννέα ἡμέρας καὶ νύκτας πλέοντες εἰς Αἰολίαν παραγίνονται. οὓς ἰδὼν Αἴολος μετ‘ 10.hyp.30 αἰσχύνης ἀπεδίωξεν εἰπὼν οὐ δίκαιον εἶναι οὓς οἱ θεοὶ μυσάττονται, τούτοις βοηθεῖν. διηγεῖται δὲ καὶ περὶ τῆς Κίρκης καὶ ὅπως ἐθη- ριοποίησε τοὺς αὐτοῦ ἑταίρους. ὕστερον αὐτὸς Ὀδυσσεὺς παρ‘ Ἑρμοῦ τὸ μῶλυ λαβὼν καὶ ἀπελθὼν πρὸς Κίρκην οὐ μόνον ὅτι δοῦσα αὐτῷ μαγικὴν τροφὴν καὶ φαγόντα οὐκέτ‘ ἐθηριοποίησεν, ἀλλὰ καὶ αὐτὸς 10.hyp.35 τὸ ξίφος ἐπὶ ταύτην ἄρας ἔπεισε ταύτην ἐπιστρέψαι τοὺς αὐτοῦ ἑταίρους ἀπὸ χοίρων εἰς ἀνθρώπους· ὅθεν κἀκείνη θαυμάσασα αὐτὸν καὶ γνοῦσ‘ Ὀδυσσέα εἶναι κατέχει αὐτὸν καὶ πάντας τοὺς αὐτοῦ ἑταίρους ἐν τῷ οἴκῳ αὐτῆς τρέφουσα ἐπὶ χρόνον, συγκοιμωμένου αὐτῇ Ὀδυσσέως. διηγεῖται δὲ καὶ πῶς βουλῇ τῆς Κίρκης ἀπέρχονται 10.hyp.40 ὠκεανὸν μαντευσόμενοι περὶ τῆς ἐπανόδου αὐτῶν. P.
Scholia: 10.305.1 μῶλυ δέ μιν καλέουσι θεοί] οὐκ εἶπε πῶς καλεῖται παρ‘ ἀν- θρώποις. ἐπήγαγε γοῦν ὅτι ἄγνωστόν ἐστιν ἀνθρώποις. Q.
μῶλυ] βοτάνης εἶδος παρὰ τὸ μωλύειν, ὅ ἐστιν ἀφανίζειν τὰ φάρμακα. φασὶ δὲ αὐτὸ ἑλκόμενον τῷ τέλει τῆς ῥίζης θάνατον ἐπιφέρειν τῷ 10.305.5 ἀνασπῶντι. B.H.Q.V. τὸ κωλυτικόν. εἰκότως δὲ καὶ Ὀδυσσεὺς σοφὸς ὑπάρχων ἔλαβε τὸ μῶλυ, τοῦτό φησι τὸν τέλειον λόγον, ὑφ‘ οὗ βοηθούμενος οὐδὲν παθεῖν ἠδύνατο. μετεβάλλετο καὶ παρηγορεῖτο ἴσως διὰ τὸ μῶλυ. T.
καλέουσι] οὐκέτι προσέθηκε παρὰ ἀνθρώποις ὀνομάζεσθαι, ὑπὲρ τοῦ 10.305.10 μὴ ζητεῖν ἡμᾶς τὴν ῥίζαν. T.
χαλεπὸν δέ τ‘ ὀρύσσειν] χαλεπὸν ὀρύττειν ἐν τῇ γῇ καὶ εὑρίσκειν τὰ εἴδη τοῦ φαρμάκου. Q.
Vatican Scholia on Dionysius Thrax: Διώνυμόν ἐστι τὸ μίαν οὐσίαν δυσὶν ὀνόμασι δηλοῦν, Ξάνθος Σκάμανδρος, Πάρις Ἀλέξανδρος. 237.25 Διωνυμίας δὲ τρόποι παρὰ τῷ ποιητῇ τέσσαρες· ἢ γὰρ ὑπ‘ ἀνδρῶν καὶ γυναικῶν ποιεῖ καλούμενόν τινα τῷ αὐτῷ ὀνόματι, <Η 138 seq> <δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν Κορυνήτην Ἄνδρες κίκλησκον καλλί- ζωνοί τε γυναῖκες>· ἢ ἑτέρως τοὺς οἰκείους καλοῦντας, ἑτέρως δὲ τοὺς ἐκτός, <Ζ 402> <τόν ῥ‘ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ 238.1 ἄλλοι Ἀστυάνακτα>· ἢ δύο ὀνομάτων ὄντων τὸ μὲν σεμνότερον ἤγουν ἐντιμότερον τοῖς θεοῖς, τὸ δὲ δυσφορώτερον τοῖς ἀνθρώποις περιάπτει, <Υ 74> <ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον>· ἢ μόνον τὸ τῶν θεῶν λέγει, τὸ τῶν ἀνθρώπων ἀποσιωπῶν, <μ 61> <Πλαγ- 238.5 κτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι>, καὶ <κ 305> <μῶλυ δέ μιν καλέουσι θεοί.
Photius: 190.149b.39 Περὶ τοῦ παρ‘ Ὁμήρῳ μώλυος τῆς βοτάνης, 190.149b.40 ἣν ἐκ τοῦ αἵματος τοῦ ἀναιρεθέντος ἐν τῇ Κίρκης νήσῳ Γίγαντος λέγουσι φῦναι, ἣ καὶ τὸ ἄνθος ἔχει λευκόν· ὅτι ὁ συμμαχῶν τῇ Κίρκῃ καὶ ἀνελὼν τὸν Γίγαντα ὁ 190.150a.1 Ἥλιος ἦν· μῶλος δ‘ ἡ μάχη, ἐξ οὗ καὶ ἡ βοτάνη.
Apollonius, Lexicon Homericum: <μῶλυ> φυτὸν ἀλεξιφάρμακον. οἱ μὲν γὰρ γλωσσογράφοι τὸ ἄκες- μα καὶ οἷον τὸ ἕλκυσμα τῶν φαρμάκων· Κλεάνθης δὲ ὁ φιλό- 114.25 σοφος ἀλληγορικῶς φησὶ δηλοῦσθαι τὸν λόγον, δι‘ οὗ μωλύονται αἱ ὁρμαὶ καὶ τὰ πάθη.