1 Introduction
…
allegory: moly = reason
<ἐριαύχενας> μεγαλαύχενας. ἐπίθετον δέ ἐστι τοῦ ἵππου.
<κεστός.> οὐκ ὀνοματικῶς ὁ τῆς Ἀφροδίτης ἱμὰς κεστὸς λέγεται, ὡς 98.18 ὑπέλαβον ἔνιοι, ἀλλ‘ ἐξ ἐπιθέτου, διακεκεντημένος καὶ περιπε- ποικιλμένος.
2 Translated Excerpts
<Ἀβαρβαρέη> ὁ Ἀπίων παρατίθεται Ναΐδος εἶναι Νύμφης ὄνομα· “Νηῒς Ἀβαρβαρέη τέκ‘ ἀμύμονι Βουκολίωνι.”
<αἰγίοχος> αἰγιοῦχος· αἰγὶς γὰρ ὅπλον τοῦ Διός, οὗπερ ἐστὶν ἐπίθε- 18.6 τον. οἱ δὲ νεώτεροι κακῶς, ὡς αἰγὸς ὀχήν, τουτέστι τροφήν, εἰ- ληφότος. ὁ δέ τοι Καλλίμαχος ὕμνον γράφων εἰς Δία “πρῶ- τόν” φησι “σὺ δὲ θησαπίονα μαζὸν Ἀμαλθείης.”
<ἀκερσεκόμης> ἐπίθετον Ἀπόλλωνος· “Φοῖβος ἀκερσεκόμης ἡ δ‘ Ἄρτεμις ἰοχέαιρα,” ἀπὸ τοῦ μὴ κείρεσθαι τὴν κόμην· ἀπεν- θὴς γὰρ ὁ θεός.
<ἁλιάων> ἐναλίων θεῶν, οἷον τῶν ἐν θαλάσσῃ διατριβουσῶν· “ἐκ μέν μ‘ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασε Αἰακίδῃ Πηλῆϊ.”
<Ἀμφιτρίτη> ἡ θάλασσα· “ἀγάστονος Ἀμφιτρίτη.”
<Ἄρης> ἐπὶ μὲν τοῦ θεοῦ “Ἄρης τε βροτολοιγός,” ἐπὶ δὲ τοῦ σιδή- ρου “ἔνθα μάλιστα γίνεται Ἄρης ἀλεγεινός,” ἐπὶ δὲ τοῦ πολέμου “τοὺς μὲν ἀπώλεσ‘ Ἄρης,” ἐπὶ δὲ τῆς εἰς πόλεμον ὁρμῆς “δῦ δέ μιν Ἄρης δεινὸς ἐνυάλιος.”
<ἅρπυιαι.> ὁ Ἡλιόδωρος ἐν τῇ Σ Ὀδυσσείας, “τόφρα καὶ τὰς 43.30 κούρας Ἅρπυιαι,” ἀπὸ τοῦ ἁρπάζειν. ἐμφαίνει δὲ Ὅμηρος ἱπ- πομόρφους αὐτάς. ἐν δὲ τῇ Ἰλιάδι, ἐπὶ τοῦ “τοὺς ἔτεκεν Ζεφύ- ρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη,” ὁ μὲν Τιμογένης ἐν ταῖς πα- ραφράσεσιν ἔδειξεν ὅτι κύριον ὄνομα Ἅρπυια, τὸ δὲ Ποδάρ- γη ἐπίθετον, πλανηθείς· τοὐναντίον γὰρ φαίνεται. ἐν γὰρ ἄλλοις 43.35 τὸν Ξάνθον καὶ Βάλιον προσαγορεύων ὁ Ἀχιλλεύς φησι “Ξάνθε 44.1 τε καὶ σὺ Βάλιε, τηλεκλυτὰ τέκνα Ποδάργης,” ὥστε τὴν ἅρ- πυιαν ἐπιθετικῶς εἰρῆσθαι, οἷον τὴν ἁρπακτικὴν τοῦ δρόμου διὰ τάχους.
<ἀστεροπητής> ἐπίθετον μόνου Διὸς ἐπὶ τῆς ἀστραπῆς· αὕτη 45.30 γὰρ ἀναστρέφειν ποιεῖ τοὺς ὦπας.
<ἄτη> ἐπὶ μὲν τῆς σωματοειδοῦς θεοῦ “Ἄτη ἣ πάντας ἀᾶται,” ἐπὶ δὲ τῆς βλάβης “Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ.”
<Ἀφροδίτης.> ἐπὶ μὲν τῆς θεοῦ “ἐϋστεφάνου τ‘ Ἀφροδίτης,” ἐπὶ δὲ τῆς πρὸς ἄνδρας συνουσίας “καὶ ἐκλελάθοιτ‘ Ἀφροδίτης, τὴν ἂρ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντο δὲ λάθρῃ.”
<ἀφήτορος> Ἀπόλλωνος ἐπίθετον. καὶ ἔστιν οἷον ὁμοφορήτου, ὁμοίως πᾶσι προφητεύοντος καὶ διακρίνοντος τὸν πλούσιον καὶ τὸν πέ- νητα· ἢ τοξότου, ἀπὸ τῆς τῶν βελῶν ἀφέσεως. οἱ δὲ γλωσσο- γράφοι ἀφήτορα ἔδοξαν λέγεσθαι τὸν στροφέα τῆς θύρας.
<βοῶπις> μεγαλόφθαλμος, ἢ μεγάλως ἐφορῶσα, ἐπεὶ καὶ τὸν Δία 52.10 εὐρύοπα λέγει.
<βροτολοιγός> ὁ Ἄρης ὁ διὰ τοῦ φονεύειν τὸν ὄλεθρον ἐπιφέ- 53.5 ρων· βρότος γὰρ ὁ φόνος. ἢ ὁ τοὺς βροτοὺς ὀλοθρεύων.
<γαιήοχος> ὁ τὴν γῆν συνέχων, ἢ ἐπὶ τῆς γῆς ὀχούμενος.
<γλαυκῶπις.> ἀπὸ τοῦ τῆς ὄψεως τὴν θεὸν ὁρίζονται· καὶ γὰρ ὁ λέων “γλαυκιόων δ‘ ἰθὺς φέρεται,” οἷον πυρῶδες βλέπων. διὰ δὲ τῆς ὄψεως καὶ τὸ τῆς διανοίας πυρῶδες ὁρᾶται τῆς θεοῦ. ὥσπερ δὲ 55.10 Ζεὺς εἴρηται παρὰ τὸ ζῆν, οὕτως καὶ ἡ Ἀθηνᾶ ἀπὸ τοῦ αἴθειν ἐκ τῆς ὄψεως.
<δαίμονες> οἱ θεοὶ οἱονεὶ δαήμονες ὄντες· οἱ γὰρ θεοὶ πάντα 56.15 ἴσασιν. ἢ ὅτι πάντα μερίζουσιν, ἀπὸ τοῦ δάσασθαι.
<Δωδωναῖε.> ἐπιθετικῶς ὁ Ζεύς, ἀπὸ Δωδώνης τῆς ἐν Θαλας- σίᾳ, ἐν ᾗ ἱερὸν αὐτοῦ.
<ἑκατόγχειρον> ὁ Ἀρίσταρχος κατὰ τὸ μυθικὸν ἑκατὸν χεῖρας ἔχοντα, οὐ διὰ τὸ πλῆθος τῶν χειρῶν ἀλλὰ διὰ τὸ μέγεθος, οἷον ἑκατόμπηχυν· χεῖρες γὰρ καὶ οἱ πήχεις συνωνύμως λέγονται. ἐπὶ δὲ τοῦ “ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσας” ἐν ἴσῳ τῷ τὰς χεῖρας περιέβαλεν.
<Ἑλικώνιον> τὸν Ποσειδῶνα, ἀπὸ Ἑλικῶνος τοῦ ἐν Βοιωτίᾳ, ἱερὸν τοῦ θεοῦ. οἱ δέ φασιν ἀπὸ Ἑλίκης, περὶ ἧς φησὶν “οἱ δέ τοι 66.25 εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ‘ ἀνάγουσιν.”
<ἐριούνιος> ἐπίθετον Ἑρμοῦ, ὁ μεγάλως ὀνίσκων, τουτέστιν ὠφε- λῶν. οἱ δὲ νεώτεροι τοῦ χθονίου, παρὰ τὴν ἔραν.
<ἔρις> ἐπὶ μὲν τῆς φιλονεικίας “λῆγ‘ ἔριδος κρατερῆς,” ἐπὶ δὲ τῆς θεοῦ “Ζεὺς δ‘ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.”
<ἑρκίου> τοῦ κατὰ τὴν οἰκίαν ἐντὸς ὄντος ἕρκους. Διὸς δ‘ ἐστὶν ἐπίθετον· “ἐρικείου προβωμὸν ἐρισθενέως Κρονίωνος.”
<ἐσχάρα> βωμὸς ἰσόπεδος οὐδ‘ ἐκ λίθων ὑψωμένος. ὅταν δὲ λέγῃ “τὴν μὲν ἔπειτ‘ ἔστησεν ἐπ‘ ἐσχάρῃ,” τὴν ἑστίαν λέγει, οὐ τὸν οἶκον ὅλον.
<εὐρύοπα,> ἐπίθετον Διός, ἤτοι τὸν μεγάλως ἐφορῶντα, ἢ τὸν 79.20 μεγάλους ἤχους καὶ ψόφους ἀποτελοῦντα, ἢ τὸν μεγαλόφθαλμον. ἐπίθετον Διός.
<ἐΰσκοπον,> ἐπίθετον Ἑρμοῦ, τὸν εὖ πάντα σκοπούμενον.
<ζείδωρος> ἡ τὸ ζῆν δωρουμένη γῆ· ταύτης γὰρ ἐπίθετον· “κῦσε δὲ ζείδωρον ἄρουραν.”
<ἥβης.> σημαίνει μὲν καὶ τὸ ἀκμῆς, σημαίνει δὲ καὶ τὴν θεάν· “πότ- 82.10 νια Ἥβη.”
<ἠλέκτωρ> ἐπιθετικῶς ὁ ἥλιος, ἤτοι ὁ λαμπρός, παρὰ τὴν τοῦ ἠλέκτρου οὐσίαν, περὶ οὗ φησὶν “ἠλέκτωρ ὑπολάμπεθ’·” ἢ οἷον ἀλέκτορος, ὁ λέκτρων ἀμέτοχος, ἢ ὅτι ἡμᾶς ἐκ τῶν λέκτρων ἀνίστησιν.
<ἡρώων.> πάντες οἱ κατ‘ ἐκεῖνον τὸν καιρὸν ἥρωες ἐκαλοῦντο.
<Ἥφαιστος> οἱονεὶ ἄφαιστος ὤν, κατὰ στέρησιν τῆς ἁφῆς. σημαί- νει δὲ τὸν θεόν. ἐπὶ δὲ τοῦ πυρός “σπλάγχνα δ‘ ἂρ ἀμπεί- ραντες ὑπείρεχον Ἡφαίστοιο·” ὁ δὲ τρόπος μετωνυμία.
ἠώς.> ἐπὶ μὲν τῆς θεοῦ “ἠὼς δ‘ ἐκ λεχέων,” ἐπὶ δὲ τῆς ὅλης ἡμέρας “ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη ὅτ‘ ἐς Ἴλιον εἰλήλουθα.” ἐπὶ δὲ τῆς πρωΐας ἕως ὥρας ἕκτης “ἔσσετε ἢ ἠὼς ἢ δείλης ἢ μέσον ἦμαρ,” “ἦμος δ‘ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς” 85.25 καὶ “ἠῶθεν δ‘ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας.”
<θέμις> ἐπὶ μὲν τῆς σωματοειδοῦς “Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς 87.1 ἀγορήνδε καλέσσαι,” ἐπὶ δὲ τοῦ ἁρμόζοντος καὶ καθήκοντος “ἡ θέμις ἐστὶν ἄναξ ἀγορή,” ἐπὶ δὲ τῶν νόμων “λιπαρὰς τελέουσι θέμιστας.”
<κελαδεινή> ἐπίθετον Ἀρτέμιδος. σημαίνει δὲ τὴν κυνηγόν· μετὰ γὰρ κελάδου, ὅπερ ἐστὶ κραυγῆς, κυνηγεῖ. “κελαδεινὴ Ἄρτε- μις ἀγροτέρη.”
<κῆρ.> εἰ μὲν περιεσπασμένως, ἡ ψυχή, κέαρ κῆρ· εἰ δὲ ὀξυτό- νως καὶ θηλυκῶς, ἡ θανατηφόρος μοῖρα.
<κουρῆτες.> προπερισπωμένως μὲν σημαίνει τοὺς τὴν Πλευρῶνα 103.15 κατοικοῦντας, “Κουρῆτές τ‘ ἐμάχοντο,” προπαροξυνόμενον δὲ νεανίας, “ἅμα δ‘ ἄλλοι ἔσαν κούρητες Ἀχαιῶν.”
<κροκόπεπλος> ἤτοι κροκοειδὴς διὰ τὴν χρόαν τῆς ἀνατολῆς 104.20 τοῦ ἡλίου, ἢ ὅτι ἡ θεὸς τοιαύτῃ κέχρηται ἐσθῆτι.
<Κυλλήνιος.> τῶν ἅπαξ εἰρημένων. ἔστι δὲ ἐπίθετον Ἑρμοῦ, ἀπὸ ὄρους Ἀρκαδίας.
<Κύπρις> ἐπίθετον Ἀφροδίτης, οὐ μόνον ἐκ τῆς νήσου Κύπρου, ἀλλὰ καὶ ἀπὸ τοῦ τὸ κύειν πορίσκειν, ὅ ἐστιν ἐκ τῆς συνουσίας.
<λυσιμελής> ἐπιθετικῶς ὁ ὕπνος.
<μοῖραι> ἐπὶ μὲν τῶν μερίδων “οἳ δὴ μοίρας ἔνεμον,” ἐπὶ δὲ τῆς εἱμαρμένης “μοῖραν δ‘ οὔτινά φημι πεφευγμένον ἔμμεναι ἀνδρῶν,” ἐπὶ δὲ τοῦ καθήκοντος καὶ ἁρμόζοντος “ταῦτά γε πάντα, γέρων, κατὰ μοῖραν ἔειπες.”
<νῆϊς> τῆς προτέρας περισπωμένης σημαίνει τὸν ἄπειρον, κατὰ στέρησιν τοῦ ἴσαι, ὅ ἐστι γνῶναι. ἐὰν δὲ ἡ προτέρα τοῦ νηῒς βα- ρυτονηθῇ, σημαίνει εἶδος Νυμφῶν τῶν Ναΐδων λεγομένων παρὰ τὰ νάματα, ὅ ἐστι ῥεύματα.
<νύξ> ἐπὶ μὲν τῆς σωματοειδοῦς θεᾶς “εἰ μὴ Νὺξ δμήτηρα θεῶν,” ἐπὶ δὲ τοῦ συνήθως “καὶ νὺξ φθῖτ‘ ἄμβροτος,” ἐπὶ δὲ τῆς σκο- 117.10 τίας “ἀλλ‘ ἐπὶ νὺξ ὀλοὴ τέταται,” ἐπὶ δὲ τοῦ θανάτου “τὸν δὲ κατ‘ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.”
<παιήονα> ποτὲ μὲν τὸν λεγόμενον παιᾶνα, ὕμνον εἰς Ἀπόλλωνα ἐπὶ παραιτήσει λοιμῶν ἢ στάσεων· ποτὲ δὲ κυρίως θεόν τινα, ὃν συνίστησιν ἰατρὸν τῶν θεῶν, “τῷ δ‘ ἐπὶ Παιήων ὀδυνή- 126.10 φατα φάρμακα πάσσων.”
<Παλλάς> ἐπίθετον ἴδιον Ἀθηνᾶς, ὡς μὲν Ἀπίων, ἀπὸ τοῦ παίειν 126.30 τοὺς λαούς, ἢ ἀπὸ τοῦ πάλλειν τὸ δόρυ, ἢ ἀπὸ τοῦ πάλλειν κατὰ τὴν ἡλικίαν· παρθένος γάρ ἐστιν, ὅθεν καὶ ὁ πάλλαξ ὠνόμασται. ἔνιοι δὲ ὅτι Πάλλαντα ἀνεῖλεν ἕνα τῶν Γιγάντων· τοῦτο δὲ οὐκ ἄν τις ἐξ Ὁμήρου παραστήσειε.
<πανομφαίῳ> ἐπίθετον τοῦ Διός, εἰς ὃν πᾶσα ὀμφὴ ἀναφέρεται.
<Σμινθεῦ> ἐπίθετον Ἀπόλλωνος, κατὰ τὸν Ἀρίσταρχον ἀπὸ πό- 143.10 λεως Τρωϊκῆς Σμίνθης καλουμένης. ὁ δὲ Ἀπίων ἀπὸ τῶν μυ- ῶν, οἳ σμίνθιοι καλοῦνται· καὶ ἐν Ῥόδῳ σμίνθια ἑορτή, ὅτι τῶν μυῶν ποτὲ λυμαινομένων τὸν καρπὸν τῶν ἀμπελώνων Ἀπόλ- λων καὶ Διόνυσος διέφθειραν τοὺς μύας. ἀλλ‘ Ἀρίσταρχος ἀπρε- πὲς ἡγεῖται ἀπὸ χαμαιπετοῦς ζῴου τὸν θεὸν ἐπιθέτῳ κεκοσμῆσθαι 143.15 ὑπὸ τοῦ ποιητοῦ.
<σῶκος> ἐπίθετον Ἑρμοῦ. καὶ ὁ μὲν Ἀπίων ἀποδίδωσι σῶκος σω- σίοικος, ἔνιοι δὲ σόωκος ὁ ὠκέως σοούμενος. βέλτιον δὲ τὸ πρότερον· ὅθεν ἐριούνιος ὁ μεγάλως ὀνίσκων, τουτέστιν ὠφελῶν, οὐχ ὡς οἱ νεώτεροι χθόνιος, παρὰ τὴν ἔραν. λέγεται καὶ δι‘ ἄλ- λων κρατὺς ἀργειφόντης διὰ τὴν ἰσχὺν τὴν ἐν τῷ ἀπαγγέλλειν. 148.20 σῶκον οὖν συνωνύμως τῷ κρατύς. καὶ Σοφοκλῆς εἰσάγει τὴν Ἠλέκτραν λέγουσαν “μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ λύπης ἀντίρ- ροθον ἄχθος” ἀντὶ τοῦ οὐκέτι ἰσχύω.
<τριτογένεια> ἐπίθετον Ἀθηνᾶς, ἀπὸ τοῦ τρεῖν ἐγγεννᾶν τοῖς πολεμίοις. οἱ δὲ ὅτι ἐπὶ τῆς Τρίτωνος λίμνης ἐγεννήθη. οἱ δὲ ὅτι ἐπὶ τοῦ Τρίτωνος ποταμοῦ.
<ὕπνος> ἐπὶ μὲν τοῦ εἰδωλοποιουμένου θεοῦ “ὕπνε ἄναξ,” ἐπὶ δὲ τοῦ πάθους “ὕπνῳ καὶ φιλότητι,” ἐπὶ δὲ τοῦ θανάτου “ὣς ὁ μὲν αὖθι 161.5 πεσὼν κοιμήσατο χάλκεον ὕπνον.”
<φιλομειδής> ἐπίθετον Ἀφροδίτης, ἡ φιλοῦσα τὰ μειδιάματα, ἐξ οὗ τὴν ἱλαρὰν σημαίνει. ὁ δὲ Ἀπίων φιλόγελως.
<Φοῖβος> ἐπίθετον Ἀπόλλωνος. ὁ μὲν Αἰσχύλος ἀπὸ Φοίβης τῆς μητρὸς Λητοῦς· Ὅμηρος δὲ οὐδέποτε ἀπὸ μητέρων κοσμεῖ τι- νάς, μήθ‘ ὅτι δὲ μάμμης. Φοῖβον οὖν ἐκδεκτέον ἀπὸ τοῦ φοι- βᾶσθαι, ὅ ἐστι μαντεύεσθαι. ἢ καὶ βέλτιον, ὁ καθαρὸς καὶ ἀμίαντος· φοῖβον δὲ κατὰ γλῶτταν τὸ καθαρόν, ὡς καὶ Ἡλιόδωρος “φοῖ- 164.15 βον ὕδωρ ἐπάγων κέρας Ὠκεανοῖο ῥοῇσι.”
<χρυσηλακάτου> καλλιτόξου. 168.30 <χρυσαόρου> τοῦ χρυσοῦν ἄορ ἔχοντος· “Φοίβου Ἀπόλλωνος χρυ- σαόρου.” <χρυσῆς Ἀφροδίτης> καλῆς, ἀπὸ τῆς παρ‘ ἡμῖν θαυμαζομέ- νης ὕλης. <χρυσόρραπις> ὁ Ἑρμῆς, ἀπὸ τῆς ῥάβδου, οἷον καλομήχανος· 169.1 λέγεται γὰρ ῥάπτειν μεταφορικῶς τὸ ἐπὶ συντιθέναι τῶν βου- λευομένων.