en Blakhernais

Bidez (link), about (link)

existing translation

… The pagans (‘Greeks’) made an empty effort by taking refuge in their own divinations and making their telestic (‘consecratory’) preparation, which inspires (katabakkeúousa) certain cult statues for the answering of queries. For either their consecration (teletḗ) is only half-complete (hēmitelḗs) and the oracle ineffectual (atelés); or the spirit that is set over it is very inclined to matter (prosylóteron) and has been misled about what is going to happen, and the Hekatic strophálinx, with its bull-leather strap, and the names of iyngic invocation are only empty and inconseqential (atélesta); or, if it actually should bring something about (teloîto), it is from a bad sort of spirit. …

[…] Πολλὰ μὲν οὖν αὐτῆς καὶ πανταχοῦ τὰ παράδοξα, τὰ μὲν φαινόμενα, τὰ δὲ νοούμενα, τὰ μὲν σωματικοῖς συμβόλοις, τὰ δὲ ἐν ἀπορρήτοις διανοήμασιν, ἐν πάσαις πόλεσιν, ἐν πᾶσιν ἔθνεσιν, ἐφ’ ἑνὶ καὶ παντὶ καὶ ὁμοῦ καὶ καθ’ ἕνα· αὕτη γάρ, τὰ μὲν ταῖς ὄψεσιν ὑποπίπτουσα, τὰ δὲ ἀφανῶς περὶ ἡμᾶς δρῶσα καὶ συνθήμασιν ἀρρήτοις δεικνῦσα τὰ μὴ φαινόμενα, πᾶσαν τὴν περίγειον λῆξιν τῶν ἑαυτῆς ἐφ’ ἑκάστου τῶν καιρῶν χαρίτων καταπληροῖ. […]

full of vocabulary redolent of Proclus

Τὰ μὲν οὖν Ἑλλήνων χρηστήρια, ὅσα τε ἐν Δωδώνῃ καὶ ὅσα Πυθοῖ καὶ ὅσα ἑτέρως εὐδόκιμα, ὁπόσα τε Ἀμφιάρεω καὶ Ἀμφίλοχος ἐν ἀδύτῳ γῆς χρηστηριάζοιεν, αἰνιγματώδη καὶ λοξικὰ καὶ ἀμφίβολα, καὶ τό τε ξύλινον τεῖχος ἀμφήριστον καὶ ἡ μεγάλη ἀρχὴ ἣν Κροῖσος καταλύσειε τὸν Ἅλυν ποταμὸν διαβὰς ἀμφιλογώτατον ὄνομα καὶ διττὰς ὑπονοίας δεχόμενον, καὶ ὅσα δὲ Βάκις ἢ Σίβυλλα προειρήκεσαν οὐ κατὰ τοῦ προκειμένου σκοποῦ ἀπετόξευσαν, ἀλλὰ κατὰ τοὺς ἐνδόξους τῶν συλλογισμῶν αὐταὶς ἡ βολή, τὸ δὲ τῆς Παρθένου, ἵν’ οὕτως εἴπω, χρηστήριον οὔτε φωνὴν ἐπαμφοτέραν ἀφίησιν, ὥσπερ ἐπὶ τοῖς ἐσχηματισμένοις προβλήμασι ποιοῖεν οἱ σοφισταί, οὔτε μαχόμενόν ἐστιν ἑαυτῷ τοῖς αἰνίγμασιν, ἀλλ’ ἐφ’ ᾧ εὐθὺς ἢ κινοῖτο ἢ μένοι ἐπ’ ἀκινήτου σχήματος. Καὶ τῷ μὲν Πλάτωνι αἱ μανεῖσαι ἱέρειαι καὶ προφήτιδες δύνανται πλείω ἢ εἰ σωφρονεῖν ἕλοιντο, καὶ τοῦτο ἐν Γοργίου τῷ διαλόγῳ πολλαχοῦ ἑκείνῳ σπουδάζεται· ἐγὼ δὲ ἡμιμανὴς εἴην, εἰ μανίαν δεξαίμην σωφροσύνης ὑψηλοτέραν καὶ κρείττονα, αἰσχυνοίμην δ’ ἂν καὶ τῇ Θεοτόκῳ εἰ σωφροσύνην προσμαρτυρήσαιμι, εἴ γε ἡ μέν ἐστι ψυχῆς κατάστασις καταρτυθέντων αὐτῇ τῶν παθῶν, ὥσπερ ἡ ἐγκράτειά ἐστι τοῦ λογισμοῦ τὰς ἐπὶ τὸ χεῖρον κινήσεις τῆς ψυχῆς ἀνακρούοντος, ἡ δὲ Παρθένος ὑπὲρ σωφροσύνην ξύμπασαν καὶ αὐτὰς τὰς ἀκρότητας ὑπερβεβηκυῖα τῶν ἀρετῶν. Εἰ δέ τινα εἶεν καὶ θεοπρεπῆ χρηστήρια καὶ οὐράνια, ἔνθεν αἱ κρείττους τῶν δυνάμεων τὰς τῶν μελλόντων ἐκβάσεις προαγορεύουσι καὶ ἀφ’ ὧν κἀνταῦθα συνθήματα τῶν ἐσομένων διασημαίνεται, τὸ κάλλιστον ἂν ἡ Παρθένος ἔχοι καὶ ἀληθέστατον, ἀφ’ οὗ καὶ τὰ ἐπὶ γῆς αὐτῇ θυσιαστήρια πλήρη τὴς θειοτέρας ἐπιρροῆς καὶ ἐλλάμψεως.

Ἕλλησι μὲν οὖν κενόσπουδος ἡ περὶ τὰ οἰκεῖα μαντεῖα καταφυγὴ καὶ ἡ τελεστικὴ τούτων παρασκευή, ἀγάλματά τινα πρὸς τὴν ἐκφώνησιν τῶν ἐρωτωμένων καταβακχεύουσα· ἢ γὰρ ἡμιτελὴς ἡ τελετὴ κατ’ αὐτοὺς ἐκείνους καὶ ἀτελὲς τὸ χρηστήριον, ἢ τὸ ἐφεστηκὸς πνεῦμα προσυλότερον ὂν πεπλάνηται περὶ τὸ μέλλον πραχθήσεσθαι, καὶ ἡ Ἑκατικὴ δὲ στροφάλιγξ μετά τοῦ ταυρείου ἱμάντος καὶ τῆς ἰυγγικῆς ἐπικλήσεως ὀνόματα μόνα κενὰ καὶ ἀτέλεστα, εἰ δὲ τι καὶ τελοῖτο, ἀλλ’ ἐκ χείρονος πνεύματος. Εἰ δὲ ἐμφορεῖται τούτοις καὶ τὰ χαριέστερα τῶν ζῴων, οἷον περιστεραί τε καὶ φάτται, θείων ἐπιπνοιῶν, καί τι αὐτοῖς κάθηται ὄρνεον ἐν φωνῇ, σχήματι καὶ κινήματι τὸ μέλλον προσημαινόμενον, πῶς οὐχὶ τὴν πᾶσαν ἡμῖν ἀλήθειαν ἡ Θεοτόκος προαγορεύσειε, καὶ μάλιστα εἴ τις αὐτῆς ἀναρτήσειε τὰς ἐλπίδας καὶ τὴν τῆς πράξεως ἀναθείη τομήν, ὥσπερ ἐπὶ τῆς ῥηθείσης πέπρακται ὑποθέσεως; Τὸ μὲν οὖν τοῦ Σωκράτους ἐρρέτω δαιμόνιον, ἀποτρέπον μὲν τὸν κάτοχον, προτρέπον δὲ οὔ, ὅ τί ποτε τοῦτο εἴη, εἴτε ἠχώ τις κατόπιν βάλλουσα, εἴτε εἴκασμά τι ὁρώμενον· εἴη δ’ ἂν κατὰ τὰς ἀρρήτους τῶν ἐξηγήσεων ὁ εἰληχὼς αὐτὸν δαίμων καὶ ὑπερκαθήμενος προσεχῶς, ὃν Πλάτων κυβερνήτην ὀνομάζει τοῦ νοῦ· τὸ δὲ προτρεπτικὸν τῆς Θεομήτορος σύνθημα ἀπλανής ἐστι λόγος καὶ ἀληθὴς καὶ καινόν τινα τρόπον γινόμενος, Χρυσανθίῳ δὲ καὶ Μαξίμῳ ἔπαιζεν ἐν Ἑκάτης τὰ Ἑλληνικὰ ἀγάλματα ἢ βδελύγματα, καὶ σκυθρωπὰ τὰ σημεῖα ἐδείκνυτο, μάτην δὲ καὶ τῶν φιλοσόφων ὁ τολμηρότερος τὸν ὅρον μεταβιβάζειν τοῦ παντὸς ἐπεχείρει, ἵνα πραοτέροις ἐμπελάσειε σχήμασι· παρ’ ἡμὶν δὲ ἀληθεύει τὰ τῆς Θεομήτορος σύμβολα, καὶ οὐδεὶς αὐτὰ μετασχηματίζειν ἐπιβάλοι καὶ ἐπιβαλὼν δυνηθείη ποτέ.

Ἀλλ’ αἰσχυνοίμην ἄν, εἰ τοῖς Ἑλληνικοῖς λήροις ἀντιπαραβαλοίμην τὰ ἡμεδαπά τε καὶ κρείττονα. Ἀλλ’ ἄρα γε ἡ τοῦ νόμου σκιὰ εἶχέ τινας ἐμφατικωτέρας ἐπισκιάσεις· […]

Ὁ δὲ λόγος, ὥσπερ ἐν διαύλῳ ἄνω καὶ κάτω καινοπρεπέστερον σταδιοδρομῶν, καὶ νῦν μὲν περὶ τὰ θεῖα πραγματευόμενος, αὖθις δὲ περὶ τὰς ὑποπιπτούσας ταῖς αἰσθήσεσιν ὕλας, βούλεταί τι καὶ ὑπηλότερον ἐρεἶν, καὶ ζητῆσαι ἥτις ἡ αἰτία τῶν τοιούτων θεοσημιῶν. Καὶ γὰρ ἴχνη πολλάκις ἀφανῶν ποδῶν ἢ χειρῶν κατὰ ἐδάφους ἐνήρμοσται καὶ ζῴων εἴδη ἐμφαίνεται, ὡς πάλαι που τὰ βαιτύλια καὶ ἐγκαύματά τινα περὶ λίθους, εἰκόνων τε καὶ ἀγαλμάτων οἷον ἱδρῶτές τινες ἀπορρέουσι, καὶ κινήσεις ἀφανῆ τὴν αἰτίαν ἔχουσαι περὶ τὰ τοιαῦτα ἐμφαίνονται, ἠχοἶ τέ τινες ἐξακούονται, αἱ μὲν ἐξ ἀέρος, αἱ δὲ ἐκ φρεάτων, αἱ δ’ ἐξ ἑτέρων πηγῶν, καὶ ἄλλ’ ἄττα τοιαῦτα καινότερα ἐμπίπτει περὶ τὴν αἴσθησιν. Τὴν μὲν οὖν ἀληθεστάτην τούτων αἰτίαν ὁ Θεὸς ἂν εἰδείη καὶ εἴ τις τῇ θειᾳ φύσει ἐγγύς· ἃ δ’ οὖν ἡμεῖς ἐκ τῆς ἀπορρητοτέρας φιλοσοφίας ἐσχήκαμεν, εἰ μετρίως εἰπεῖν ἔχοιμεν, ἀρκούντως ἕξει τοῖς ἀκούουσι. Τοῦτο μὲν οὖν πρῶτον διομολογείσθω, ὅτι τῶν ὄντων τὰ μὲν αὐτὸ δὴ τοῦτο ὄντα εἰσὶ καὶ θεῖα καὶ ὑπερφυῆ, τὰ δ’ ἐλάττω τούτων, καὶ καταβαίνει ἡ ὕφεσις μέχρις αἰσθήσεως καὶ ὕλης αὐτῆς, καὶ δέχεται τὰ τῇδε σώματα ἐμφάσεις τῶν κρειττόνων τινάς· μέτοχα γὰρ τὰ ἐλάττω τῶν κρειττόνων ἐστί· καὶ τὸ μὲν θεῖον ὅμοιον ἑαυτῷ καὶ ἀπαθέστατον, τὸ δ· ὑπὸ τὴν σελήνην ξύμπαν ἀνόμοιόν τε καὶ παθητόν, καὶ ὅσῳ πρόεισιν ἡ κάθοδος, βαθύνει τὸ πάθος. Δέχεται δὲ καὶ τὰ χείρω τὰς ἐλλάμψεις τῶν ὑπερτέρων, οὐχ ὡς ἐκεῖνα ἔχει, ἀλλ’ ὡς ταῦτα δύναται. Τὸ μὲν οὖν θεῖον ἀκίνητον, ὅταν δὲ ἔλλαμψις ἐκεῖθεν προχωροίη τῷ σώματι, κεκίνηται τοῦτο· οὐ γὰρ ἀπαθῶς τὴν ἔμφασιν δέχεται, μὴ δυνάμενον· καὶ τὸ μὲν ποιοῦν ἄμορφον, τὸ δὲ πάσχον μορφὴν ποιὰν καὶ ἀλλοίωσιν δέχεται. Καὶ τὰ χρώματα τῶν ἐσομένων εἰσὶ σύμβολα· τὰ μὲν γὰρ λευκὰ τῆς τῶν γενησομένων λαμπρότητος, τὰ δὲ μέλανα ἀχλύος καὶ ἀοριστίας, τὰ δὲ μεταξὺ τούτων, ὅσα μὲν πρὸς τῷ μέλανι χείρω, ὅσα δὲ πρὸς τῷ λευκῷ κρείττω, τὰ δὲ μέσα ἀναμίξ, οἷον τὰ φαιά, ἑκατέρωθεν τῶν ἄκρων ἐπίσης μετέχοντα. Τὰ δὲ ἐγκαύματα κίνησίν τινα ἐσομένην σφοδροτέραν ἐνδείκνυνται καὶ χειρίστην μεταβολἠν· τὰ δὲ ἴχνη, χειρῶν μέν, ἐπαφῆς κρείττονος φύσεως, ποδῶν δέ, τῆς περὶ τὰ μέλλοντα ὁρμὴς καὶ κινήσεως. Ἀὴρ δὲ καὶ ὕδωρ, τὴν ἔμφασιν τοῦ θείου δεξάμενα, ἐπειδὴ μὴ οἷά τε ἀπαθῶς ταύτην εἰσδέξασθαι, ἀπήχησίν τινα τοῖς ἀκούουσιν ἐμποιει· μέγα δέ, φησὶ καὶ ὁ ποιητής, ἔβραχε φήγινος ἄξων, οὐχ ὡς τοῦ κρείττονος τὴν ὕλην ἐμπαθῶς ἐπιβρίσαντος, ἀλλ’ ὡς τῆς ὕλης ὡς εἶχε δεξαμένης τὴν ἔμφασιν.

Καὶ ταῦτα μὲν ἐπιδρομάδην καὶ ὡς ἂν ῥητορικός τις εἴποι ἀνὴρ γοργός κατὰ τὰς χείρους τῶν ἀπορουμένων ἀπαντήσεις· περὶ δέ γε θεαγωγίας ψυχῶν τοσοῦτον ἐνταῦθα ῥητέον, ὡς ἐκ διαφόρων ἡμῶν συγκειμένων δυνάμεων, κρειττόνων καὶ χειρόνων, ὑψηλοτέρων καὶ ταπεινοτέρων, νοῦ λέγω καὶ διανοίας καὶ φαντασίας καὶ τῶν γε ἑτέρων, ὅταν μὲν ἡ ψυχὴ πᾶσα ἐπιπνέηται καὶ ὁ νοῦς πρῶτος τὴν ἔλλαμψιν ὑποδέξαιτο, ἐν ὀργάνου τάξει τἄλλα κινεῖται, ὑπεσταλμένα τὴν ἑαυτῶν ζωήν, ὅθεν καὶ ἀπαρακολουθήτως ἔχει τότε πρὸς ἑαυτὸν ὁ θεόπτης· εἰ δὲ ἡ διάνοια κινηθείη θεαγωγικῶς ἢ τὸ πνεῦμα τῆς φαντασίας, ἀναλλοιώτως ὁ νοῦς τούτων ὑπερκαθήμενος γνοίη ἂν τὰς θείας κινήσεις καὶ ἑρμηνεύσοι αὐτάς. […]