Category: …
1 Introduction
…
2 Translation
…
3 Greek text
ξϛʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ ‘πῶς δὲ οὐκ ἐν τόπῳ πάντως’ φησί 51.2
’Πῶς δὲ οὐκ ἐν τόπῳ’, φησίν, ‘εἴ γε φερόμενον;’ οὐκ οἶδα μὲν ὡς τί τοῦτο εἰρηκὼς ὁ πατήρ, εἴρηκε δέ· οὐ γὰρ τὸ μὴ κινούμενον οὐκ ἐν τόπῳ. ἰδοὺ γὰρ καὶ τὸ κέντρον τοῦ παντὸς ἡ γῆ οὐ κινεῖται μέν, οὐ μὴν οὐκ ἐν 51.5 τόπῳ· ὁ δὲ οὐρανὸς κινούμενος κατὰ τὰς Ἀριστοτελικὰς ὑποθέσεις οὐκ ἐν τόπῳ, ἀλλὰ καὶ ἐν τόπῳ κατὰ τοὺς λοιποὺς φιλοσόφους, ὅτι πανταχοῦ. ἀλλὰ τὸ λεχθὲν οὕτως, οἶμαι, συνελογίσατο· εἰ τὰ ἑστηκότα σώματα ἐν τόπῳ, πολλῷ μᾶλλον τὰ φερόμενα, τὸ γὰρ κινούμενον ἔκ τινων εἴς τι ἀγόμενον ἢ δινούμενον ἐν δυσὶ τοὐλάχιστον τόποις νοεῖται, ἀφ‘ οὗ τε 51.10 κινεῖται καὶ πρὸς ὃν φέρεται. Ἀλλ‘ ἐνταῦθα πληρώσας τὸν περὶ τοῦ πέμπτου σώματος λόγον ὁ πατήρ, ‘εἰ δὲ ἄλλο τι παρὰ τὸ πέμπτον’ φησί ‘φήσουσιν, εἰ μὲν ἀγγελικόν, πόθεν ὅτι ἄγγελοι σώματα; καὶ τίνα ταῦτα; καὶ πόσον ὑπὲρ ἄγγελον εἴη θεός, οὗ λειτουργὸς ἄγγελος; εἰ δὲ ὑπὲρ ταῦτα, πάλιν εἰσήχθη σωμάτων 51.15 ἑσμὸς ἀλόγιστος καὶ φλυαρίας βυθὸς οὐδαμοῦ στῆναι δυνάμενος’. ἦσαν γάρ τινες τηνικαῦτα, οἳ καὶ τοῖς ἀγγέλοις ἐδίδοσαν σώματα, λεπτομερῆ δὲ καὶ κοῦφα καὶ ἀέρια, δι‘ ἃ δὴ πολλοῖς τε ὀπτάνονται καὶ μορφὰς τούτοις καὶ σχήματα παραδεικνύουσιν. ὅπως μὲν οὖν ὁρᾶται ἄγγελος, καὶ τίς ὁ τρόπος τῶν διαφόρων σχημάτων, καὶ διὰ τί οὕτως ἡμῖν ἐμφανίζονται, 51.20 ἔστω τέως ἀπόρρητον, ἕως ἂν ἀκριβέστερον περὶ αὐτῶν ἐπισκέψωμαι. οὐ γάρ μοι ἀρέσκει τὰ λόγια, οὔτε ἡ τοῦ Πρόκλου περὶ τούτων ἐξήγησις οὔθ‘ ὁ Πορφύριος σωματικὰ τοῖς ἀγγέλοις διδοὺς ὀχήματα. ἀύλους δὲ πάντως αὐτοὺς πᾶς τις εἴποι, εἰ δὲ ἄυλοι, καὶ ἀσώματοι· ὕλη γὰρ σώματι ὑποβέβληται, καὶ νοεῖται μὲν καθ‘ ἑαυτήν, ἀεὶ δὲ εἰδοπεποιημένη ἡμῖν 51.25 καθορᾶται· ὕλη δὲ εἰδοποιηθεῖσα σῶμα πάντως ἐστὶν ἢ φυσικὸν ἢ μαθηματικόν, φυσικὸν μὲν ὅτι σύνθετον καὶ μέρος οὐσίας, μαθηματικὸν δὲ ὅτι τριχῇ διέστηκε καὶ ὑπὸ τὸ ποσὸν ἀναφέρεται. πόθεν οὖν ἡ καινὴ σοφία μεμάθηκεν ὅτι ἄγγελοι σώματα; τίνα δὲ ταῦτα δώσουσι, πύρεια ἢ ἀέρια καὶ ῥέοντα ἢ στερέμνια; σχήμασι δὲ τίσιν ὑποβαλοῦσι, περι- 51.30 φερέσιν ἢ προμήκεσι, τετραγώνοις ἢ ἑτερομήκεσι, κυκλικοῖς ἢ εὐθυφορι- κοῖς; καὶ γὰρ καὶ τὸ εὐθυφορούμενον ἐσχημάτισται, καὶ ἄλλο τι παρὰ τὸν κύκλον ἐστί. Τοιαῦτα γὰρ Ἕλληνες περὶ δαιμόνων ἀναγράψαντες μεμυθολογήκασι, τοῖς μὲν γὰρ νοεροῖς περιφερῆ δεδώκασι σώματα, γεγωνιωμένα δὲ τοῖς 51.35 ψυχικοῖς καὶ τοῖς μετὰ ταῦτα εὐθυφορικά. εἶτα δὴ τὸν λόγον συμπεραιού- μενοι, τοὺς μὲν ὑπὸ τὸν ἥλιον αἰλουροπροσώπους καὶ ἀλεκτρυονώδεις φασί, τοὺς δὲ ὑπὸ τὴν σελήνην λεοντοφανεῖς. καὶ ἡ ἀπόδειξις ὡς καινή. διὰ τί, γάρ φησιν ὁ Πρόκλος, ὁ λέων τὸν ἀλεκτρυόνα ὑπέσταλται; εἶτα ἐπάγει, ὅτι κρείττονα ἐν ἐκείνῳ τὰ συνθήματα ἢ ἐν τῷ λέοντι, ὁ μὲν γὰρ 51.40 ἡλιακός ἐστιν, ὁ δὲ σεληνιακός. ἀλλὰ καὶ δαίμονες, φησί, μετασχηματι- σθέντες εἰς λέοντα καὶ ἐν μέσαις νυξὶ φανέντες, ἐπειδὴ ἀλεκτρυόνος ᾄδοντος ἤκουσαν, ἠφανίσθησαν. ληρώδη πάντα καὶ φλήναφα· ἐγὼ δὲ ἀγνοεῖν ὑμᾶς καὶ τὴν τοιαύτην παιδιὰν οὐκ ἐδικαίωσα. διὰ τοῦτο παρενείρω ταῦτα τοῖς ἐμοῖς συγγράμμασιν, ἵν‘ εἰδῆτε καὶ τὰ τῶν Ἑλλήνων ἀπόρρητα, 51.45 ἐπεὶ καὶ ἰατρὸς οὐ τὸ ἁβρότονον μόνον ἐπίσταται, τό τε ἄρρεν φημὶ καὶ τὸ θῆλυ, οὐδὲ τὸν ἄγνον καὶ τὴν ἄγρωστιν ἢ τὰς τέσσαρας ἀγχούσας, ἀλλὰ καὶ τὸ κώνειον καὶ τὸν ἑλλέβορον, ἵν‘ ἐκεῖνα μὲν φύγοι, ταῦτα δὲ ἕλοιτο. Ἀλλ‘ ἐπὶ τὸν σκοπὸν ὁ λόγος ἐπαναγέσθω. ‘πόθεν’, φησὶν ὁ πατήρ, ’ὅτι ἄγγελοι σώματα;’ τὸ δὲ ‘πόθεν’ ἀφορμή ἐστιν ἀποδείξεως. τίνες οὖν 51.50 οἱ λόγοι οἱ καταναγκάζοντες ἡμᾶς σωματικοὺς τοὺς ἀγγέλους οἴεσθαι; εἰ δὲ καὶ ὅλως καθ‘ ὑπόθεσιν τοῦτο δεξαίμεθα, τίσι σχήμασι ταῦτα μορφώσετε; εἰ δ‘ ὑποθοῖτό τις αὐτοὺς καὶ σώματα καὶ τοιάδε, διὰ τὶ οὕτως ὁ ‘θεός, οὗ λειτουργὸς ἄγγελος’; εἰ δὲ καὶ πάλιν φιλοσώματοι ὄντες τῆς μὲν περὶ τὸ θεῖον οὐκ ἀπαλλάττεσθε παχύτητος, κρεῖττον δὲ 51.55 αὐτῷ σῶμα προσάπτετε ἢ ἄγγελος ἔχει, βαβαὶ τοῦ τῆς ‘φλυαρίας βυθοῦ’. ὁ δὲ λόγος ζητεῖ τίς ὁ ἐντεῦθεν λῆρος καὶ πόθεν βυθὸν τοῦτον ὠνόμασεν ὁ πατήρ· ἐξηγηθήσεται δὲ τὸ χωρίον καὶ καθ‘ ἡμᾶς καὶ καθ‘ Ἕλληνας, καὶ πρῶτον ἔσται τὸ καθ‘ ἡμᾶς. Ἐννέα τὰς πάσας μεμαθήκαμεν τάξεις μετά γε θεὸν τεταγμένας, περὶ ὧν δὴ ὁ μὲν μέγας ἀπόστολος ὑποτυπωτικῶς ἐδίδαξε καὶ εἰκονικῶς, ὁ δὲ πολὺς τὰ θεῖα Διονύσιος ἐν ἀπορρήτοις ἐκεῖθεν τὰ πρὸ τούτων παραλαβὼν διαιρεῖ κατὰ λόγον, κατά τε μῆκος καὶ κατὰ βάθος· καὶ τρεῖς μὲν τάξεις ἀμέσως περὶ τὸ θεῖον ἱστᾷ, χερουβικὰς καὶ σεραφικὰς καὶ τὰς ἐν αἷς ἐπαναπαύεται ὁ θεός, θρόνους ἰδιοτρόπως ὠνομασμένας· μεθ‘ ἃς ἑτέρας 51.65 τοσαύτας ὑποβεβηκυίας, ἀρχὰς καὶ ἐξουσίας καὶ κυριότητας· ὑφ‘ ἃς δυνάμεις, φησίν, ἀρχάγγελοί τε καὶ ἄγγελοι συμπτερύσσονται. οὕτω μὲν οὖν ἑκάστῃ τάξει κατάλληλον ἀποδίδωσιν ὄνομα· τὴν δὲ τοῦ ἀγγέλου προσηγορίαν νῦν μὲν τῆς τελευταίας κατηγορεῖ τάξεως, νῦν δὲ ὁμωνύμως πάσαις ὁμοῦ ταῖς ἀσωμάτοις ταύτην δίδωσι φύσεσι, διότι ἕτερος ἑτέρῳ 51.70 ἐξαγγελεὺς γίνεται ὧν παρὰ τῆς ὑπερτέρας δυνάμεως ἤκουσεν. καὶ ὁ μέγας δὲ οὗτος πατὴρ ἐν τῷ Γενεθλιακῷ ὑποσυγκεχυμένως ἀγγέλους τὰς δυνάμεις πάσας ὠνόμασε· ‘πρῶτα’ γάρ φησιν ‘ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους’. ἐν δὲ τῷ μεγάλῳ τούτῳ Θεολογικῷ τὸν περὶ τοῦ σώματος λόγον ἐξετάζων, ὃ δὴ οἱ ἀπὸ τῶν αἱρέσεων τῷ ὑπὲρ φύσιν 51.75 προσῆγον θεῷ, καὶ διελόμενος ὡς, εἰ μὲν ἀγγελικόν, τάδε συμβήσεται τὰ ἄτοπα, εἰ δὲ ὑπὲρ τοῦτο, ‘βυθὸς φλυαρίας’ ἀναφανήσεται, οὐ συμπάσας τὰς τάξεις διὰ τοῦ ἀγγελικοῦ ἐσήμανε συνεκδοχικῶς, ἀλλὰ τὴν ἐσχάτην καὶ τελευταίαν, ὡς, εἴ γε μὴ ἀγγελικὸν τὸ θεῖον σῶμα οἴονται οἱ τῷ λόγῳ τῆς ἀληθείας ἐναντιούμενοι, ἀρχαγγελικὸν πάντως οἰήσονται ἢ 51.80 τούτου λεπτότερον ἢ δυναμικόν, ἢ ὑπερκείμενον ἔτι καὶ κυριωτικὸν ἢ ἀρχικὸν ἢ ἐξουσιαστικόν, ἢ πάντῃ αἰθέριον καὶ θρονικὸν ἢ χερουβικὸν ἢ σεραφικόν. τὴν οὖν τοιαύτην τῶν σωμάτων ἐπανάβασιν κατὰ τὸ ὕψος τῶν τάξεων ‘βυθὸν φλυαρίας’ ὠνόμασεν ὁ πατήρ. Ὁ μὲν οὖν καθ‘ ἡμᾶς λόγος τοιοῦτος· ὁ δὲ καθ‘ Ἕλληνας – οὗτοι γὰρ 51.85 τὰς μὲν ἄλλας προσηγορίας τῶν τάξεων ἀγνοοῦσιν· ἀγγέλους δὲ τίθενται μόνους τοῖς κάτω σώμασι προσεχεῖς ὑφιστάνοντες καὶ τούτους ὀχήματά τινα γεηρά. ὑπὲρ δὲ τούτους ἀμειλίκτους τινὰς ἀναπλάττουσι, καὶ ὑπὲρ ἐκείνους κοσμαγούς, εἶτα τὸν δὶς καὶ τὴν Ἑκάτην καὶ τὸν ἅπαξ, καὶ αὖθις τοὺς τελετάρχας καὶ τοὺς φρουρούς, μεθ‘ οὓς τὰς τρεῖς ἴυγγας, εἶτα τὸν 51.90 νοῦν καὶ τὴν δύναμιν καὶ τὸν πατρικὸν βυθόν, μεθ‘ ὃν τὸ ἄρρητον ἕν. οὕτω γάρ πως ἀρχόμενοι τῆς θεολογίας φασίν, ὅτι μετὰ τὸ ἓν ὁ πατρικός ἐστι βυθὸς ἐκ τριῶν τριάδων συγκείμενος, ἑκάστη δὲ τριὰς ἔχει πατέρα καὶ δύναμιν καὶ νοῦν, ἀλλ‘ ἡ μὲν πρώτη πατρικῶς, ἡ δὲ δευτέρα κατὰ τὴν δύναμιν, ἡ δὲ τρίτη κατὰ τὸν νοῦν, ἥτις καὶ πρώτη τοῖς ἀνιοῦσίν ἐστι καὶ 51.95 πηγὴ λέγεται πηγῶν τῶν παρὰ τοῖς κόσμοις διῃρημένων. ταῦτα μὲν ἐκεῖνοι ληροῦσιν. ὁ δὲ μέγας οὗτός φησιν ὡς, εἰ μὴ δεξαίμεθα τὸ ἀγγελικὸν σῶμα, δώσουσι πάντως τὸ τῶν ἀμειλίκτων ἢ τὸ τῶν κοσμαγῶν, καὶ εἰς βυθὸν ἀπέραντον καταποντίσουσι τὴν γνώμην ἡμῶν. Ἡ μὲν οὖν ἐξήγησις αὕτη. ἐγὼ δὲ οὐκ ἀγνοῶ ὅτι ἐκ περιττοῦ πολλὰ τοῖς 51.100 θεολογικοῖς ἐπεισκυκλῶ ῥητοῖς, ἀλλ‘ οὔτε φανητιῶν τοῦτο ποιῶ οὐδὲ πολυμαθείας δόξαν θηρώμενος, ἀλλ‘ ἵν‘ ὑμεῖς, ὧν τοῖς βιβλίοις μὴ ἐντυγχάνετε, τούτους ἐνταῦθα γινώσκοιτε οἵτινές τέ εἰσι καὶ ἃ ξυγγε- γράφασι· βούλομαι γὰρ τελέους ὑμᾶς ἐκ τελέων εἶναι καὶ μὴ τοῖς καιριωτά- τοις ἐλλείποντας μέρεσιν.