After the ritual translated here, the papyrus gives us The True Ūphōr, which is not marked as constituting a separate text, but clearly is one.
?? ?? ?? ?? ?? <Δακτυλίδιον πρὸς ἐπίτευξιν καὶ χάριν καὶ νίκην.> ἐνδόξους ποιεῖ καὶ μεγέλους καὶ θαυ- μαστοὺς καὶ πλουσίους κατὰ δύναμιν ἢ τοιούτων φιλίας παρέχει. ἔστι σοι κατὰ πάντα δικαί- ως καὶ εὐπροφόρως ἀδιάλειπτος ὁ κύκλος. ὄνομα περιέχει κάλλιστον. ἥλοις γλύφεται ἐπὶ λίθου ἡλιο- τροπίου τὸν τρόπον τοῦτον· δράκων ἔστω ἐνκύμων, στεφάνου σχήματι οὐρὰν ἐν τῷ 12.275 στόματι ἔχων. ἔστω δὲ ἐντὸς τοῦ δράκοντος κάνθαρος ἀκτινωτὸς ἱερός. τὸ δὲ ὄνομα ἐκ τῶν ὄπισθε μερῶν τοῦ λίθου γλύψεις ἱερογ<λ>υφικῶς, ὡς προφῆται λέγουσιν, καὶ τελέσας φόρει καθαρείως. τούτου μεῖζον οὐδὲν ἔσχεν ὁ κόσμος· ἔχων γὰρ αὐτὸ μεθ‘ ἑαυτοῦ, ὃ ἂν παρά τινος αἰ- [τ]ήσῃς, πάντως λήμψει. ἔτι δὲ βασιλέων ὀργὰς καὶ δεσποτῶν παύει. φορῶν αὐτό, ὃ ἄν τινι εἴπῃς, πισθευθήσῃ ἐπίχαρίς τε πᾶσιν ἔσει. ἀνοίξει δὲ θύρας καὶ δεσμὰ δια<ρ>ρήξει καὶ λίθους ὁ προσά- 12.280 γων τὸν λίθον, τοῦτ‘ ἔστιν ψῆφον, καὶ λέγων τὸ ὄνομα τὸ ὑπογεγραμμένον. ποιεῖ δὲ καὶ πρὸς δαιμονοπλήκτους· δὸς γὰρ φορεῖν αὐτό, καὶ παραυτὰ φεύξεται τὸ δαιμόνιον. πρωΐας δὲ σταθεὶς κατέναντι τοῦ ἡλίου, κρατῶν τὸν λίθον τὸν εὔμετρον, τὸν καλοποιόν, τὸν θεῖον, τὸν ἁγνόν, τὸν χρήσιμον, τὸν φειδωλόν, τὸν εὔσπλανχνον, τὸν τὰς χρήσεις μεταδιδόντα, τὸν ἐμμελῆ, τὸν εὐπρεπῆ, <λέγε>· ‘Θεὲ μέγιστε, ὃς ὑπερβάλλεις 12.285 τὴν πᾶσαν δύναμιν, ἐπικαλοῦμαί σε, τὸν Ἰάω, τὸν Σαβαώθ, τὸν Ἀδωναί, τὸν Εἰλωείν, τὸν Σεβωείν, τὸν Ταλλαμ, τὸν Χαυναων Σαγηναμ Ἐλεμμεδωρ Χαψουθι, τὸν Σεττωρα τὸν Σαφθα, τὸν Νουχιθα, τὸν Ἀβραάν, τὸν Ἰσάκ, τὸν Ἰακκωβι, τὸν Χαθαθιχ, τὸν Ζευπειν, τὸν Νηφυγορ, Ἀσταφαῖον, τὸν Κατακερκνηφ, τὸν Κοντεον, τὸν Κατουτ, τὸν Κηριδευ, τὸν Μαρμαριώθ, τὸν Λικύξαντα, τὸν Βεσσουμ, τὸν Συμεκοντευ, τὸν κατὰ τοῦ Θωιθ, 12.290 τὸν Μασκελλει, τὸν Μασκελλωθ, τὸν Φνου, τὸν Κενταβαωθ, τὸν Ὀρεοβαζαγρα, τὸν Ἱππό- χθων, τὸν Ῥησίχθων, τὸν Πυριπηγανυξ Νυξιω, τὸν Ἀβρωροκορε, τὸν Κοδηρε, τὸν Μου- ισδρω, τὸν ἄναξ, τὸν Θαθ, τὸν Φαθ, τὸν Χαθ, τὸν Ξευζην, τὸν Ζευζει, τὸν Σουσηνη, τὸν Ελα- θαθ, τὸν Μελασιω, τὸν Κουκωρ, τὸν Νευσωω, τὸν Παχιω, τὸν Ξιφνω, τὸν Θεμελ, τὸν
Ναυθ, τὸν Βιοκληθ, τὸν Σεσσωρ, τὸν Χαμελ, τὸν Χασινευ, τὸν Ξωχω, τὸν Ἰαλλινωι, τὸν 12.295 Σεισενγφαραγγης, τὸν Μασιχιωρ, τὸν Ἰωταβαας, τὸν Χενουχι, τὸν Χααμ, τὸν Φαχιαραθ, τὸν Νεεγωθαρα, τὸν Ἰαμ, τὸν Ζεωχ, τὸν Ἀκραμμαχαμαρει, τὸν Χερουβεί, τὸν Βαϊνχωωχ, τὸν Εἰοφαλεον, τὸν Ἰχανωθ, τὸν Πωε, τὸν Ξεφιθώθ, τὸν Ξουθούθ, τὸν Θοωθιου, τὸν Ξεριφωναρ, τὸν Ἐφιναρασωρ, τὸν Χανιζαρα, τὸν Ἀναμεγαρ, τὸν Ἰωο, τὸν Ξτουροριαμ, τὸν Ἰωκ, τὸν Νιωρ, τὸν Χετταῖον, τὸν Ἐλουμαῖον, τὸν Νωιω, τὸν Δαμναμενεῦ, 12.300 τὸν Ἀξιωθωφ, τὸν Ψεθαιακκλωψ, τὸν Σισαγέτα, τὸν Νεοριφρωρ, τὸν Ἱπποκελεφοκλωψ, τὸν Ζειναχα, τὸν Ἰαφεθανα, αʹ εʹ ηʹ ιʹ οʹ υʹ ωʹ. ἐπεκαλεσάμην σέ, θεὲ μέγιστε, καὶ διά σου τὰ πάντα, ὅπως δῷς θείαν καὶ μεγίστην δύναμιν τούτῳ τῷ ξοάνῳ καὶ ποιήσῃς αὐτὸ δύνασθαι καὶ ἰσχύειν κατὰ πάντων καὶ χωρεῖν ψυχὰς μετατρέπειν, πνεύματα κινεῖν, ἀντιδίκους ὑποτάσσειν, φιλίας στηρίζειν, πόρους πάντας περιποιεῖν, ὀνεί- 12.305 ρους ἐπιφέρειν, χρησμοδοτεῖν, πάθη τε ψυχικὰ καὶ σωματικὰ καὶ ἀσθένειαν ἐμπο- δισμόν τε ποιεῖν, φίλτρα ἐρωτικὰ πάντα ἀποτελεῖν. ναί, δέσποτα, δέσποτα, τέλει τελείαν τελετήν.’ ὅταν δὲ τὸν λόγον τοῦτο[ν] τ[ε]λῇς, ἑκάστης ἡμέρας μὲν λέγε τρίς, ὥρᾳ γʹ, ϛʹ, θʹ, τοῦτο δὲ ἐπὶ ἡμέρας ιδʹ, ἀρξάμενος ἀπὸ τῆς σελήνης γʹ. πειρῶ δὲ εἶναι τὴν θεὸν ἤτε ἐν ταύρῳ ἢ παρθένῳ ἢ σκορπίῳ ἢ ἐν ὑδρηχόῳ ἢ ἐν ἰχθύσι. τελοῦντος δέ σου καθ‘ ἑκάστην 12.310 κλῆσιν ἐπίσπενδε τὰ προκείμενα καὶ μύρων παντοδαπῶν χωρὶς λιβάνου. ἐκτελέσαντος δὲ τὴν τελετὴν, καθὼς προ<ς>ήκει, ἔχε ἀλέκτορα δίλοφον, ἤτοι λευκὸν ἢ ξανθόν, ἀπέχου δὲ μέλανος, καὶ μετὰ τὴν τελετὴν ζῶντα τὸν ἀλέκτορα ἀνάπτυζε καὶ ἔνβαλε τὸ ζῳδάριον ἔσω εἰς τὰ σπλάγχνα τοῦ ἀλεκτόρου φιλοτιμούμενος, ὅπως μὴ διαρ<ρ>αγῇ τὰ ἔνκατα τοῦ ζῴου· ἔασον δὲ ἡμέραν αʹ, 12.315 νυκτὸς δὲ ὥρας θʹ ἆρον καὶ ἀπόθου ἐν τόπῳ ἱερῷ, καὶ χρῶ ὡς καλλίστῳ.